Clementis Chronicon (e cod. Dionysiu 224 [= Α], ed. Tocci)


         RESET          Dionysiu 224_570v-1.pdf

Pars II (ab Adamo usque ad Constantini Magni imperium) et Pars III (ab Constantino Magno usque ad Alexii Comneni imperium), f. 570v, De Constantino Magno (+ app. fontium)

Γίνονται οὖν τὰ πάντα ἀπὸ κτίσεως κόσμου ἕως τῆς ἐνανθρωπήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔτη ,εφ´, ἤγουν ἐν τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει τῆς βασιλείας Αὐγούστου καὶ τὰ ἐπὶ γῆς ἔτη αὐτοῦ τοῦ κυρίου τριακοντατρία ἕως τῆς ἀναστάσεως καὶ ἀναλήψεως αὐτοῦ, ἤγουν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Τιβερίου καὶ ἀπὸ τῆς ἀναλήψεως τοῦ Χριστοῦ ἕως τοῦ πρώτου ἔτους τῆς βασιλείας τοῦ ἁγίου Κωνσταντίνου ἔτη σϙζ´, ὁμοῦ ἀπὸ κτίσεως κόσμου ἕως τοῦ ἐν ἁγίοις Κωνσταντίνου ,εωλ´.

Γίνωσκε δὲ ἀγαπητὲ ὅτι καθά φησιν ὁ χρονογράφος Ἰωάννης ὁ Σκυλίτζης, τῆς χρονογραφίας μὲν κατήρξατο Γεώργιος ὁ καὶ σύγγελλος χρηματίσας Ταρασίου τοῦ ἁγιωτάτου πατριάρχου, ἀπὸ καταβολῆς δὲ κόσμου καὶ μέχρις αὐτῶν τῶν τυράννων κατέληξε Μαξιμιανοῦ δηλονότι καὶ Μαξιμίνου τοῦ υἱοῦ αὐτοῦ. μετὰ δέ γε τὸν Γεώργιον ὁ ὁμολογητὴς Θεοφάνης, καὶ τοῦ Ἀγροῦ ἡγούμενος, τὰ ἐπίλοιπα συνετάξατο, ἕως τελευτῆς βασιλέως Νικηφόρου τοῦ ἀπὸ γενικῶν· καὶ ἀπὸ Μιχαὴλ τοῦ Ῥαγ‹γ›αβέ, τῆς χρονογραφίας ὁ Σκυλίτζης κατήρξατο.

Πρῶτος βασιλεὺς εὐσεβῶν Κωνσταντῖνος

Κωνσταντῖνος ὁ μέγας καὶ ἅγιος καὶ ἰσαπόστολος καὶ πρῶτος τῶν Xριστιανῶν βασιλέων ὁ καὶ κτήτωρ τῆς Κωνσταντινουπόλεως ἐβασίλευσεν ἐν μὲν τῇ πρεσβυτέρᾳ Ῥώμῃ ιβ´, ἐν δὲ τῇ νεωτέρᾳ καὶ βασιλίδι τῶν πόλεων Κωνσταντινουπόλει ἔτη κ´ καὶ μῆνας ι´. ἦν δὲ ὅτε ἐβασίλευσεν ἐτῶν τριακονταδύο ὡς εἶναι τὰ πάντα τῆς ἐπὶ γῆς ζωῆς αὐτοῦ ἔτη ἑξήκοντα καὶ πέντε· ἔχει δὲ τὰ κατ᾿ αὐτὸν οὕτως.