Clementis Chronicon (e cod. Dionysiu 224 [= Α], ed. Tocci)


         RESET          Dionysiu 224_570v.pdf     Dionysiu 224_571r.pdf

Pars II (ab Adamo usque ad Constantini Magni imperium) et Pars III (ab Constantino Magno usque ad Alexii Comneni imperium), 570v-571r, De Constantino Magno ΙΙ (+ app. fontium)

Πρῶτος βασιλεὺς εὐσεβῶν Κωνσταντῖνος

* εἶχε δὲ καὶ Λικίνιον τὸν ἐπ᾽ ἀδελφῇ γαμβρὸν αὐτοῦ ἐν τῇ άνατολῇ βασιλεύοντα· ὃν καὶ λυττήσαντα κατὰ Χριστιανῶν, πολέμου ἀπέκτεινεν νόμῳ· οὗτος ὁ Λικίνιος τόν τε τοῦ Μαξιμιανοῦ υἱὸν καὶ τὴν θυγατέρα ἀπέκτεινεν· οὕτω τὸν Λικίνιoν φασὶν ἐγκρατῆ γενέσθαι τῆς Γαλλερίου μερίδος, κοινωνὸν παρ’ ἐκείνου προσληφθέντα, ὡς εἴρηται· [Zon. 3,4,8-11. 4,15-17. 5,2]

Διαδεξάμενος δὲ τὴν βασιλείαν τὴν πατρικὴν ὀ Κωνσταντῖνος ἦρχε τῆς Βρεττανίας τε καὶ τῶν Ἄλπεων καὶ ἐπὶ ταύταις τῶν Γαλλιῶν, ἔτι τῇ τῶν Ἑλλήνων θρησκείᾳ προσκείμενος καὶ τοῖς Χριστιανοῖς ἀντικείμενος, παρὰ Φαύστας τῆς γαμετῆς εἰς ζῆλον τῆς τῶν εἰδώλων τιμῆς ἐκκαλούμενος. θυγάτηρ δ’ ἦν ἡ Φαῦστα τοῦ Μαξιμιανοῦ· αὐτὸς γὰρ καὶ ὁ πατὴρ ἀδελφαῖς συνῴκουν δυσί. [Zon. 3,2,1-7]

υἱοὺς δ’ ἐκ Φαύστας τῆς τοῦ Μαξιμιανοῦ θυγατρὸς ὁ βασιλεὺς ἐγείνατο τρεῖς, Κωνσταντῖνον, Κωνστάντιόν τε καὶ Κώνσταντα, καὶ θυγατέρα Ἐλένην, ἣ τῷ Ἰουλιανῷ συνῴκησεν ὕστερον. εἶχε δὲ καὶ ἐκ παλλακῆς υἱὸν ἕτερον, Κρίσπον καλούμενον, τῶν ἄλλων αὐτοῦ υἱῶν πρεσβύτερον, ὃς καὶ παρὰ τῷ πρὸς Λικίνιον πολέμῳ πολλάκις ἠρίστευσε. [Zon. 3,12,9-14]

κατεῖπε πρὸς τὸν πατέρα ὡς ἐρῶντος αὐτῆς καὶ βιάσασθαι πολλάκις ἐπιχειρήσαντος. διὸ καὶ θάνατον ὁ Κρίσπος παρὰ τοῦ πατρὸς κατεκρίθη, πεισθέντος τῇ γαμετῇ. ὡς δ’ ἔγνω μετέπειτα ὁ αὐτοκράτωρ τὸ ἀληθές, καὶ τὴν γυναῖκα ἐκόλασε διά τε τὸ ταύτης ἀκόλαστον καὶ τὸν τοῦ παιδός φόνον. εἰσαχθεῖσα γὰρ ἐν λουτρῷ ἡ Φαῦστα σφοδρῶς ἐκκαυθέντι ἐκεῖ τὴν ζωὴν βιαίως ἀπέρρηξε. [Zon. 3,13,2-8]

 

Κωνσταντῖνος* ὁ μέγας καὶ ἅγιος καὶ ἰσαπόστολος καὶ πρῶτος τῶν Xριστιανῶν βασιλέων ὁ καὶ κτήτωρ τῆς Κωνσταντινουπόλεως ἐβασίλευσεν ἐν μὲν τῇ πρεσβυτέρᾳ Ῥώμῃ ιβ´, ἐν δὲ τῇ νεωτέρᾳ καὶ βασιλίδι τῶν πόλεων Κωνσταντινουπόλει ἔτη κ´ καὶ μῆνας ι´. ἦν δὲ ὅτε ἐβασίλευσεν ἐτῶν τριακονταδύο ὡς εἶναι τὰ πάντα τῆς ἐπὶ γῆς ζωῆς αὐτοῦ ἔτη ἑξήκοντα καὶ πέντε· ἔχει δὲ τὰ κατ᾿ αὐτὸν οὕτως. [Σ 43,4-11; Chronica II 68,1-2. 68,5-6]

μετὰ τὴν τῶν τυράννων ἐκείνων καὶ ἀσεβῶν ἀπώλειαν καὶ τὸν ἀφανισμὸν, πολέμου κινηθέντος μεγίστου ἐν τῇ Θράκῃ ὑπὸ διαφόρων ἐθνῶν, καὶ ἐξελθόντος αὐτοῦ κατ᾿ αὐτῶν ἀπὸ Ῥώμης καὶ ἡττηθέντος, ἀθυμία συνέσχεν αὐτόν τε καὶ τὸ περὶ αὐτὸν στρατόπεδον. εὐχόμενος οὖν εἰς τὸν οὐρανὸν μετὰ δακρύων καὶ δεόμενος ρυσθῆναι τῆς τοιαύτης ἀνάγκης, ὕπνωσε καὶ ὁρᾷ, ἐν τῷ ὕπνῳ ἐλκυσθεὶς, εἰς τὸν οὐρανὸν ἐν ὀνείρῳ τὸν τίμιον σταυρὸν, ἐν ᾧ ἐπεγέγραπτο· ‚ἐν τούτῳ νίκα‘· καὶ εὐθὺς ἐξ ὕπνου γεγονὼς, διελογίζετο περὶ τῶν ὁραθέντων· καὶ πάλιν εἰς ὕπνον κατενεχθέντι, παρίσταταί τις αὐτῷ ράβδον κατέχων καὶ προσεγγίζων αὐτὴν τοῖς μυκτῆρσιν αὐτοῦ, ὥστε θροηθέντα τὸν βασιλέα ὑπολαβεῖν ὅτι ἐπλήγη· διὸ καὶ λαβὼν τὴν πρὸς τῇ κεφαλῇ κειμένην ὀθόνην, ἐπέθηκε τοῖς ἑαυτοῦ μυκτῆρσι, καὶ πάλιν ὕπνωσεν. ἐξαναστὰς δὲ τὸ πρωῒ, εἶδεν ἐν τῇ ὀθόνῃ εἶδος ἀποτελεσθὲν ἐκ τοῦ αὑτοῦ αἵματος τοῦ τιμίου σταυροῦ· καὶ εὐθέως ποιεῖ σταυρὸν, καὶ προηγεῖσθαι τοῦτον τοῦ πολέμου ἐκέλευσεν, εἰπὼν πρὸς τὸν στρατὸν ὅτι διὰ τούτου νικῶμεν τοὺς ἐχθροὺς ἡμῶν. ἐξηγεῖτο δὲ πᾶσι τὸ ὅραμα καὶ τὴν δύναμιν τοῦ σταυροῦ καὶ ἔλεγεν ὅτι τὸ σημεῖον τοῦτο τοῦ Θεοῦ ἐστὶ τῶν Χριστιανῶν. ἔνθεντοι καὶ κατατροπωσάμενος τὰ ἔθνη πάντα, εἰς τὴν Ῥώμην ἐπανέρχεται. ὁ δὲ μισόκαλος διάβολος τὸ τῆς πίστεως αὐτοῦ ζέον ἰδὼν, εἰσέρχεται εἰς τὴν τούτου γυναῖκα Φαύσταν καὶ πρὸς ζῆλον τῆς πατρικῆς θρησκείας διεγείρει αὐτὴν, ἥτις καὶ ἀπατᾷ τὸν ἴδιον ἄνδρα πρὸς τὸ τοῖς εἰδώλοις μᾶλλον θύειν· ὃ δὴ καὶ γέγονεν. ὁ δὲ ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς πρὸς ἑαυτὸν πάλιν τοῦτον μετήγαγε τρόπῳ τοιῷδε· τῇ τῆς λέπρας λώβῃ περιπεσὼν, ἐξήτει τὸν ἰασόμενον· καὶ δὴ μάγοι τινὲς καὶ Ἰουδαῖοι προσέρχονται καὶ προστάττουσι κολυμβήθραν ἐν τῷ Καπιτωλίῳ γενέσθαι καὶ πληρωθῆναι ἀνθρωπίνου αἵματος ἀφθόρων παίδων, ἐν ᾧ λουσάμενον εὐθὺς καθαρὸν γενέσθαι διεβεβαιοῦντο. συνήγαγον οὖν πλῆθος βρεφῶν ἀπὸ τῶν ἐπαρχιῶν, καὶ τῇ ὁρισθείσῃ ἡμέρᾳ πορευομένου τοῦ βασιλέως εἰς τοῦτο, ὑπήντησαν αὐτῷ αἱ τῶν βρεφῶν μητέρες ὀλολύζουσαι καὶ τὰς ἑαυτῶν τρίχας ἐκτίλλουσαι. ταῦτα ἰδὼν ὁ βασιλεὺς καὶ συνδακρὺς γεγονὼς, ‚προκρίνω‘ ἔφη ‚τῆς ἑμαυτοῦ ὑγείας τὴν τῶν παίδων σωτηρίαν· ὢ χριστομιμήτου φωνῆς! ὢ ψυχῆς ἁγίας τε καὶ βασιλικῆς!‘ [Σ 44,1-45,7]