Clementis Chronicon (e cod. Dionysiu 224 [= Α], ed. Tocci)


         RESET          Dionysiu 224_ff 543v-544rv.pdf

Pars II (ab Adamo usque ad Constantini Magni imperium), f. 543v-544r, De Adamo (+ app. fontium)

I              Σημείωσαι· Ἀδὰμ μετὰ τὸ γενέσθαι ἐτῶν διακοσίων τριάκοντα ἐγέννησε τούτους.        2 γεννᾷ τοίνυν ὁ Ἀδὰμ τὸν Κάϊν, τὸν Ἄβελ, τὸν Σὴθ, θυγατέρας δὲ δύο, καθά φησι Γεώργιος, τὴν Ἀζούραν, ἣν ὁ Κάϊν ἔλαβεν εἰς γυναῖκα, καὶ τὴν Ἀσουάμ, ἣν ἔλαβεν ὁ Σὴθ· ὁ γὰρ Ἄβελ φονευθεὶς παρὰ τοῦ Κάϊν διὰ φθόνον ἀπῆλθε παρθένος. ἐφθόνει δὲ τῷ Ἄβελ ὁ Κάϊν, ὅτι προσέσχε ταῖς αὐτοῦ θυσίαις ὁ θεὸς μᾶλλον ἢ ταῖς τοῦ Κάϊν.   3 ἀπεστρέφετο δὲ παρὰ τοῦ Κάϊν τὰ προσαγόμενα οὐχ ὅτι καρποὶ ἦσαν ἀπὸ τῆς γῆς, καθά φησιν ὁ παράφρων Ἰουλιανός, τὴν ζωοθυσίαν εὐμεθόδως εἰσάγων, ἀλλ’ ὅτι ἄχρηστα ἦσαν. προσέσχε λοιπὸν τοῖς τοῦ Ἄβελ· πτν πρωτοτοκίων καὶ γὰρ ταῦτα, τουτέστιν, τν ξαιρέτων, ὡς ὁ χρυσορρήμων φησί. τὴν προαίρεσιν λοιπὸν καὶ ἀποδέχεται καὶ αὖ ἀποστρέφεται, οὐμενοῦν αὐτὰ τὰ προσαγόμενα.

4 ἀλλὰ πόθεν ὁ Κάϊν εἰς τοιαύτην ἦλθεν ἔννοιαν, ὥστε θυσίαν προσενεγκεῖν τῷ θεῷ; ἢ πάντως ἐκ τῆς ἐν τῷ συνειδότι αὐτοῦ γνώσεως, ὁ χρυσοῦς τὴν γλῶτταν φησί. καὶ πόθεν ὁ Κάϊν ἐπέγνω ὅτι οὐ προσέσχε τοῖς αὐτοῦ δώροις ὁ θεός; ἀπὸ τοῦ μὴ κατελθεῖν ἄνωθεν πῦρ ἐπὶ ταῖς θυσίαις αὐτοῦ, καθάπερ ἐπὶ ταῖς τοῦ Ἄβελ γέγονεν· ἐπὶ γὰρ ταύταις κατῆλθε πῦρ καὶ ἠνάλωσεν αὐτάς, τὴν ἀποδοχὴν ἐντεῦθεν τοῦ θεοῦ παριστῶν. 5 ἀλλὰ καὶ τοῦτο ζητοῦσιν ἐνταῦθα, διὰ τί κατ’ ἀρχὰς πῦρ μὲν ἐξ οὐρανοῦ κατήρχετο καὶ τὰς προσαγομένας τῷ θεῷ θυσίας ἐπεβόσκετο, νυνὶ δὲ τοῦτο οὐ γίνεται. μὴ ταῖς τῶν ζώων θυσίαις ὁ θεὸς ἔχαιρεν; οὐχί· κατὰ γὰρ τὸν θειότατον Κύριλλον τύπος ἦν ἐκεῖνο τὸ πῦρ καὶ προεικόνισμα τοῦ παναγίου πνεύματος τοῦ κατιόντος μὲν ἀοράτως καὶ τὰς πνευματικὰς ἡμῶν θυσίας προσδεχομένου, καθὰ δὴ καὶ ἐπὶ τὸν Χριστὸν αὐτὸν κατῄει ἐν Ἰορδάνῃ τὸ πνεῦμα τὸ ἅγιον, οὐχ ὡς δεόμενον πνεύματος, ἀλλ’ ἵνα μάθωμεν ὅτι καὶ ἐπὶ παντὶ βαπτιζομένῳ ἀοράτως τὸ πνεῦμα κάτεισι καὶ ἁγιάζει αὐτόν.    6 εἰ δὲ καὶ νῦν, ἀγαπητέ, σημεῖα τοιαῦτα οὐχ ὁρᾷς, μὴ ἀπίστει· εἰ γὰρ καὶ ὄψεις ἐγένοντο κατ’ ἀρχὰς αἰσθηταὶ διά γε τοὺς ἀνοητοτέρως ἐπικειμένους, ὡς ὁ χρυσσορρήμων Ἰωάννης φησί, καὶ μηδεμίαν ἔννοιαν ἀσωμάτου φύσεως δυναμένους λαβεῖν, ἀλλ’ ἡμῖν αἰσθητῶν ὄψεων οὐκ ἔστι χρεία λοιπὸν ἀντὶ πάντων ἀρκούσης τῆς πίστεως· τὰ γὰρ σημεῖα, φησί, τοῖς ἀπίστοις, οὐ μὴν αὐτοῖς τοῖς πιστεύουσι.