Punctuation example 1.3: Theod. Scut., Chronica II 67-85 (pp. 58-68, ed. Tocci)


        RESET

Medieval punctuation (Vaticanus gr. 1889, ff. 20v-21r)

67 γίνονται πάντα τὰ ἀπὸ κτίσεως κόσμου ἕως τοῦ Χριστοῦ(;) ,εφ΄: τὰ ἀπὸ τῆς γεννήσεως δὲ τοῦ Χριστοῦ ἕως τῆς ἀναλήψεως λ΄ καὶ γ΄: ⌈καὶ⌉ τὰ ἀπὸ τῆς ἀναλήψεως ἄχρι καὶ τοῦ πρώτου ἔτους τῆς βασιλείας τοῦ ἁγίου Κωνσταντίνου; ἔτη σϙζ΄. ὁμοῦ τὰ ἀπὸ κτίσεως κόσμου ἔτη ,εωλ΄:-

68 ὁ μέγας Κωνσταντῖνος ἐβασίλευσεν ἐν μὲν τῇ παλαιᾷ Ῥώμῃ; ἔτη ιβ΄· ἐν δὲ τῇ νέᾳ ταύτῃ; κ΄. καὶ ι΄ μῆνας: ἦν δὲ τὴν ἰδέαν; μακρός· εὐσθενής· ἁπλόθριξ,· εὐόφθαλμος· πυρράκης· ξάνθοφρυς· σπανογένειος· πλάτοψις· μεγαλόψυχος· πραότατος· καὶ λίαν θεοφιλής: ἐβασίλευσε δὲ ἐτῶν; λ΄ καὶ β΄. τέθνηκε δὲ ξ΄ καὶ ε΄:

69 ὅτι μετὰ τὴν κατάλυσιν τῶν τυράννων ἀνάγκης ἐπιπεσούσης ἀπὸ διαφόρων ἐν τῇ Θράκῃ ἐθνῶν; εἶδε πάλιν εἰς ὕπνον κατόναρ τὸν τίμιον σταυρὸν εἰς τὸν οὐρανόν. ἐν ᾧ ἐπεγέγραπτο πάλιν ν τούτῳ νίκα:

70 ὅτι ὑπὸ τῆς Φαύστας παρὰ μικρὸν ἠπατήθη εἰδωλολατρεῖν πάλιν:

ὅτι τὰς γυναῖκας ἰδὼν κλαιούσας διὰ τὰ ἴδια βρέφη σφάττεσθαι μέλλοντα ὅσον οὐδέπω κατὰ τὴν ὑποθήκην τῶν Ἰουδαίων καὶ μάγων διὰ τὴν λέπραν. καὶ δεινοπαθήσας ἐπὶ τῇ θεωρίᾳ; σὺν δάκρυσιν ἔφη. «προκρίνω τῆς ἐμαυτοῦ ὑγιείας τὴν σωτηρίαν τῶν παίδων»:

ὅτι Πέτρος καὶ Παῦλος ἐν ὀνείρῳ φανέντες τῷ βασιλεῖ· πείθουσι ζητῆσαι Σίλβεστρον καὶ βαπτισθῆναι ὑπ ̓ αὐτοῦ καὶ καθαρισθῆναι τῆς λέπρας:

ὅτι βαπτιζομένου ὑπὸ Σιλβέστρου; αἴφνης λαμπηδών τις φωτὸς ἐξέλαμψε. καὶ ἦχος ἐγένετο ὥσπερ ⌈τηγάνου⌉ πυρὶ καιομένου. καὶ ὑγιοῦς ἀνελθόντος τοῦ βασιλέως; πάντα τὰ ὕδατα λεπίδων πεπλήρωνται:

ἔλεξε δὲ καὶ ὁ βασιλεὺς. ὅτι «ἐν τοῖς ὕδασιν ὢν; ᾐσθόμην ὡς χείρ
τις ἥψατό μου πεμφθεῖσα ἐξ οὐρανοῦ»· καὶ ἐνδυσάμενος λευκὴν στολὴν(;) εὐθέως ἐξεφώνησεν οὕτω(·) «τὸν τολμῶντα βλασφημῆσαι εἰς 
τὸν Χριστὸν. ἢ ἀδικῆσαι Χριστιανὸν; κελεύω τὸ ἥμισυ τῆς ὑποστάσεως ἀφαιρεθῆναι»: λαβὼν δὲ καὶ δίκελλαν πρῶτος ὀρύττειν ἤρξατο προστάξας ἀνεγερθῆναι εἰς δόξαν Χριστοῦ τέμενος ἱερόν.

ἐβαπτίσθη δὲ καὶ ἡ τούτου πᾶσα συγγένεια. καὶ τῶν ἐν τέλει πολλοί. ὡσεὶ χιλιάδες ιβ΄. καὶ Κρίσπος ὁ υἱὸς αὐτοῦ· ὃν οὐκ ἀπὸ τῆς Φαύστας ἀλλ ̓ ἐξ ἑτέρας οὐ κατὰ νόμους αὐτῷ συζευχθείσης:

ὅτι τὴν μακαρίαν Ἑλένην ἐγκειμένην πεῖσαι τὸν υἱὸν ἀποκλῖναι πρὸς Ἰουδαίους ὅτιπερ ἐκείνη ἠπάτηται πρὸς αὐτῶν. καὶ πολλοὺς μάγους τέρατα κατὰ φαντασίαν πολλὰ καὶ μεγάλα ποιοῦντας; πάντας κατέπεισε διελέγξας καὶ ἐβαπτίσατο· διατοῦτο καὶ ἡ ὀρθόδοξος πίστις ὅσαι ὧραι ηὐξάνετο· καὶ πάντες τὸν βασιλέα ὑπερευφήμουν καὶ ἐμεγάλυνον:

71 ὅτι τοῦ βασιλέως προστάξαντος τὴν Χαλκηδόνα πάλαι κατηρειπωμένην ὑπὸ Περσῶν ἀνοικοδομεῖσθαι τῇ θεοτόκῳ κατὰ τὴν ὀπτασίαν; ἀετοὶ τοὺς ⎛λίνους⎞ τῶν τεχνιτῶν ἀφαρπάζοντες ⌈ἐπὶ τὸ Βυζάντιον⌉ ἔφερον· οὐχ ̓ ἅπαξ· ἀλλὰ καὶ πολλάκις· διατοῦτο καὶ τῇ τοῦ Εὐφρατᾶ συμβουλῇ ὃς καὶ τῷ ἔργῳ τῆς οἰκοδομῆς ἐπεστάτησε πάσης, ὁ βασιλεὺς ἐνταῦθα τὴν πόλιν ἀνήγειρε· κτίζει δὲ ὁ Εὐφρατᾶς μετὰ τῶν ἄλλων τῶν ἐν τῇ Πόλει καὶ τὸν ναὸν τῆς ἁγίας Σοφίας τὸν πρῶτον· τοὺς ἁγίους Ἀποστόλους. τὸν ἅγιον Μώκιον τὴν ἁγίαν Εἰρήνην· τὸν ἅγιον Ἀγαθόνικον· τὸν ἐν τῷ Ἀνάπλῳ τοῦ Ἀρχιστρατήγου·καὶ τὸν ἐν τῷ Σωσθενίῳ:

72 ὅτι τὸν υἱὸν Κρίσπον ἐκ διαβολῆς τῆς Φαύστας πεφόνευκεν· ὕστερον δὲ καὶ αὐτὴν γνοὺς τἀληθές·

ὅτι ἐκ ταύτης ἐγεννήθησαν οἱ τρεῖς τῷ Κωνσταντίνῳ υἱεῖς· ὁ Κώνστας, ὁ Κωνσταντῖνος καὶ ὁ Κωνστάντιος· οὓς καὶ καίσαρας ὁ πατὴρ ἀνηγόρευσεν:

73 ὅτι ἐπίσκοπον εἰς τὸ Βυζάντιον(;) τὸν Μητροφάνην εὗρεν ὁ μέγας(·) ἄγοντα ἤδη ἔτη ἐν τούτῳ ζ΄. τὰ δὲ πάντα ἔτη αὐτοῦ; ι΄ ἐγένοντο:-

74 * Ἀνδρέας ὁ ἀπόστολος. τὴν Ποντικὴν διερχόμενος καὶ τῷ Βυζαντίῳ παραβαλὼν καὶ κηρύξας καὶ ἐκκλησίαν ἐν τοῖς Θρακώοις μέρεσιν ἐν τῇ Ἀργυροπόλει ὅπου καὶ τὸ λείψανον ὕστερον τοῦ μάρτυρος Ἀδριανοῦ κατετέθη. συστησάμενος; χειροτονεῖ πρῶτον ἐπίσκοπον
τὸν Στάχυν ἕνα τῶν Ο΄. ὃς δὴ καὶ ἔτη ιϛ΄ ἐπεσκόπησεν: Ὀνήσιμος; ιδ΄: Πολύκαρπος; ιη΄: Πλούταρχος ιϛ΄: Σεδεκίων; θ΄: ∆ιογένης; ιε΄: Ἐλευθέριος; ιζ΄: Φίληξ; ε΄: Πολύκαρπος ιζ΄: οὗτοι πάντες; ἐν τῷ εἰρημένῳ εὐκτ[η]ρίῳ τὰς συνάξεις ἐποίουν: Ἀθηνόδω
ρος δὲ ἐπίσκοπος καταστὰς; ἕτερον εὐκτήριον οἶκον ἀνήγειρεν ἐν τῇ τοποθεσίᾳ τῇ καλουμένῃ Ἐλαίᾳ(·) καὶ ἐπεσκόπησεν ἔτη δ΄: Εὐζώιος ϛ΄: Λαυρέντιος ια΄ ἥμισυ: Ἀλύπιος; ἔτη ιγ΄ ἥμισυ: ⎛ Τερτίνας⎞ ὑπατικὸς ὢν ἐν Ῥώμῃ καὶ πιστεύσας καὶ ἐπίσκοπος καταστὰς; ἕτερον ἀνεγείρει ναὸν ἐγγυτέρω τῆς Πόλεως· ἐν παραθαλασσίῳ τόπῳ καλουμένῳ Συκῇ· Εἰρήνην τὸν ναὸν προσαγορεύσας· οὗτος ἐπεσκόπησεν ἔτη ιθ΄: Ὀλυμπιανὸς; ια΄: Μάρκος; ιγ΄: ⎛ Αὐριλλιανὸς⎞ ιϛ΄: Καστῖνος ἀνεγείρας τῇ ἁγίᾳ Εὐφημίᾳ ναὸν ἕτερον κατ ̓ ἐκεῖνον μαρτυρησάσῃ τὸν καιρὸν καὶ τὰς συνάξεις ἐν τούτῳ ἐπιτελῶν; ἐπεσκόπησεν ἔτη ζ΄: Τῖτος ἔτη λϛ΄: ∆ομέτιος ἀδελφὸς Πρόβου τοῦ βασιλέως; κδ΄: Πρόβος υἱὸς ∆ομετίου; ιβ΄: Μητροφάνης υἱὸς ∆ομετίου; ι{ε}΄:

ἐπὶ τούτου ἡ α΄ σύνοδος συνέστη· καὶ ἡ Βυζαντὶς εἰς πατριαρχεῖον τετίμηται:-

75 ὅτι τοῦ θείου Ἀλεξάνδρου τὸν Ἄρειον τῆς ἐκκλησίας διὰ τὴν ἐκείνου ἀσέβειαν ἐξορίσαντος μυρίαι ταραχαί τε καὶ στάσεις ἀνεκινήθησαν· διατοῦτο ὁ μέγας βασιλεὺς τὴν α΄ σύνοδον συναθροίζει διὰ δημοσίων ἵππων καὶ ἀναλωμάτων κατὰ τὴν Νίκαιαν· συνῆλθον οὖν ἀρχιερεῖς μὲν, σλβ΄· πρεσβύτεροι δὲ καὶ διάκονοι καὶ μονάζοντες; π΄ καὶ ϛ΄· ὁμοῦ οἱ πάντες; τι΄ καὶ η΄· ὀρθοδοξότατοι, ὧν οἱ ἐπισημότεροι, οὗτοι· | Ἀλέξανδρος ὁ Ἀλεξανδρείας. Εὐστάθιος ὁ Ἀντιοχείας· Μακάριος ὁ [Ἱεροσολύμ]ων· Ἰούλιος τοποτηρητὴς Σιλβέστρου· Ἀλέξανδρος Μητροφάνους· (οὗτοι γὰρ διά τε γῆρας καὶ νόσον; οὐ παρῆσαν)· Ὅσιος ὁ Κουδρούβης· Μηνόφαντος ὁ Ἐφέ10 σου· Λεόντιος Καισαρείας· καὶ Σπυρίδων ὁ θαυματουργός· ὁ μέγας τὲ Ἀθανάσιος διάκονος ὢν τωτότε, καὶ οἱ λοιποί: καὶ αὐτὸς δὲ ὁ βασιλεὺς εἰσελθὼν καὶ εὐλογηθεὶς παρ ̓ αὐτῶν; ἐκάθισεν ἐν θρόνῳ μικρῷ· ἀκροώμενος δὲ ⌈δι ̓ [ἑρμην]έων⌉ τὰ παρὰ τῆς συνόδου φιλονεικούμενα πράως τὲ ὁμιλῶν ἑλληνιστί (μετεῖχε γὰρ ⌈καὶ⌉ ταύτης μετρίως); τοὺς μὲν εὔλογα λέγοντας; ἐπῄνει· τοὺς δὲ ἐναντιουμένους; συνέπειθεν· ὧν καὶ οἱ πρόμαχοι; οὗτοι· Εὐσέβιος ὁ Νικομηδείας· Εὐλύσιος Ἀπαμείας· Θέογνις Νικαίας· Εὐσέβιος Καισαρείας· καὶ αὐτὸς ὁ Ἄρειος· οἳ καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐβλασφήμουν τὸν ἀληθινὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν τὸν ὁμοούσιον τῷ πατρὶ καὶ συνάναρχον· κτίσμα λέγοντες οἱ ἐπάρατοι αὐτὸν καὶ ποίημα καὶ ὕστερον γεγονότα παρὰ τοῦ πατρὸς δι ̓ ἡμᾶς:.

76 ὅτι ὁ Παμφίλου Εὐσέβιος μεταβαλὼν ὑστέρως; τῇ συνόδῳ συνεφρόνησε· καὶ ἀπελογήσατο καὶ διὰ τὴν προτέραν ἀποστασίαν:

ὅτι ὁ βασιλεὺς τοὺς ὁμολογητὰς τοῦ Χριστοῦ καὶ τὰ τραύματα αὐτῶν ἐν τοῖς σώμασι φέροντας περιφυόμενος κατησπάζετο γνησιώτατα:

ὅτι καὶ τοὺς δοθέντας τότε λιβέλλους κατά τινων ἐπισκόπων τῷ δακτυλίῳ σημειωσάμενος ἐφύλαττεν· ἡνίκα δὲ ἀποκατεστάθησαν, τοὺς δόντας συνήλασε πρὸς ὁμόνοιαν· καὶ τοὺς χάρτας; ἐνώπιον πάντων πάντας κατέκαυσε· μὴ ἀναγνοὺς ἀλλὰ τοῦτο μόνον εἰπών: «ἐγὼ εἰ αὐτόπτης ἐγενόμην ἁμαρτάνοντος ἐπισκόπου; τῇ πορφυρίδι μου συνεκάλυψα ἂν τὸν σφαλλόμενον· ἵνα ὁ θεὸς καὶ τὰ ἐμὰ συγκαλύψειε πταίσματα:»

ὅτι τῷ κ΄ ἔτει τῆς ἀρχῆς τοῦ βασιλέως συνέστη ἡ σύνοδος· καὶ εὑρίσκονται ἀπὸ τῆς ἀναλήψεως τοῦ Χριστοῦ ἕως τῆς συνόδου; ἔτη τι΄ καὶ η΄· ὅσοι καὶ οἱ πατέρες ἦσαν:

ὅτι μετὰ τὸ τελεσθῆναι τὴν σύνοδον; εἰσήγαγεν ὁ βασιλεὺς τοὺς ἀρχιερεῖς εἰς τὴν Πόλιν· καὶ ἐχειροτόνησαν τὸν Ἀλέξανδρον· τοῦ Μητροφάνους ἤδη τελειωθέντος:

77 ὅτι ἡ ἁγία Ἑλένη παρὰ τοῦ υἱοῦ ἀποσταλεῖσα μετὰ πολλοῦ λαοῦ εἰς ἀνεύρεσιν τοῦ σταυροῦ. ἀπελθοῦσα οὐ μόνον τὸν ζητούμενον εὕρηκεν; ἀλλὰ καὶ ναοὺς πολλοὺς ᾠκοδόμησε καὶ ἐλεημοσύνας ἀμυθήτους πεποίηκεν· εἶτα μέρος τοῦ σταυροῦ λαβοῦσα προσδὲ καὶ τοὺς ἥλους τὸ λοιπὸν ἀσφαλισαμένη θήκῃ ἀργυρέᾳ καὶ τῷ ἀρχιερεῖ Μακαρίῳ παραθεμένη; πρὸς τὸν υἱὸν ὑπέστρεψε χαίρουσα· ἥτις καὶ εὐσεβῶς διαζήσασα τουλοιποῦ; π΄ θνήσκει ἐτῶν· καὶ θάπτεται παρὰ τοῦ [υ]ἱοῦ ἐν τῷ τῶν Ἀποστόλων ναῷ:

78 εἶτα καὶ αὐτὸς τελευτᾶ· μηνὶ μαΐῳ κα΄· καὶ θάπτεται ἐν τῷ αὐτῷ ναῷ ἐν τῷ ἡρώῳ ὃ αὐτὸς ᾠκοδόμησεν ἐν λάρνακι ῥωμαίῳ ἤτοι πορφυρῷ μετὰ τῆς ἁγίας αὐτοῦ μητρὸς, διανειμάμενος τοῖς τρισὶ παισὶ; τὴν ἀρχήν:-

79 οὗτοι οἱ ἀπὸ Ῥώμης συγκλητικοί: Ἁρμάτιος· Ὀλύμβριος· Βῆρρος· Σεβῆρος· Οὐρβίκιος· Ἰσίδωρος· Εὐγένιος· Εὔβουλος· Στούδιος· Φλωρέντιος· Καλλίστρατος, καὶ Μαυριανός: οἵτινες καὶ κελεύσει βασιλικῇ; λαμπροὺς οἴκους· καὶ ναοὺς· καὶ ξενῶνας· καὶ γηρωκομεῖα ἐν τῇ Πόλει ἀνήγειραν· ἀλλὰ καὶ Εὐφρατᾶς; ἴδιον οἶκον μέγιστον κατεσκεύασεν· ὃς δὴ καὶ ὑστέρως; γηρωκομεῖον ἐγένετο· ἐν τῷ ∆ιμακελλίῳ· καλούμενον οὕτω, τὰ Εὐφρατᾶ:-

80 Κωνστάντιος Ἀρειανὸς; κδ΄: οὗτος προέθετο τὸν Ἄρειον εἰς τὴν ἐκκλησίαν εἰσαγαγεῖν· καὶ πλεῖστα τὸν Ἀλέξανδρον κατηνάγκαζεν· ὁ δὲ, οὔτε ἐπείσθη. καὶ εἰς προσευχὴν ἑαυτὸν δεδωκὼς ἐν ϛ΄ ἡμέραις ἄσιτον καὶ μετὰ δακρύων ταῦτα πρὸς τὸν θεὸν ὀλοφυρόμενος «μὴ συγχωρήσης κύριε τῷ ἀναιδεῖ λύκῳ εἰσελθεῖν εἰς τὴν ἁγίαν ποίμνην σου. εἰ δὲ κελεύεις Ἄρειον εἰσαχθῆναι ἐμὲ πρῶτον ἄρας ἀπόλυσον τῆς παρούσης ζωῆς»; τὸν ἀλιτήριον τοῦ θεοῦ τεθανάτωκε διὰ τοῦ Εὐσεβίου τοῦ πραιποσίτου, ὃς ταμεγάλα παρὰ τῷ βασιλεῖ τωτότε ἐδύνατο μετὰ βασιλικῆς δυναστείας καὶ προπομπῆς εἰς τὴν ἐκκλησίαν ἐρχόμενον:

81 ὅτι ὁ Ἀλέξανδρος ἕως τοῦ ϛ΄ ἔτους τῆς ἀρχῆς Κωνσταντίου ἐπέζησεν· * εἶτα χειροτονεῖται ὁ Παῦλος παρὰ τῶν ὀρθοδόξων τοῦ Κωνσταντίου κατὰ τὴν Ἀντιόχου διάγοντος:

ὅτι τοῦ Παύλου ἐκδιωχθέντος; ὁ Εὐσέβιος ἐνιδρύεται· εἶτα ἀπὸ Ῥώμης ὁ Παῦλος τὸν οἰκεῖον θρόνον ἀπολαμβάνει· καὶ κατέχει γ΄ ἔτη· εἶτα ἐξορίζεται καὶ θανατοῦται:

ὅτι μετὰ θάνατον Εὐσεβίου; Μακεδόνιος χειροτονεῖται· καὶ κρα
τεῖ ἔτος ἕν· εἶτ ̓ ἐξορισθέντος αὐτοῦ, διότι μετέθηκε τὸν μέγαν Κωνσταντῖνον εἰς τὸν ἅγιον Ἀκάκιον,; Εὐδόξιος Ἀρειανὸς προχειρίζεται παρὰ τοῦ Κωνσταντίου· * ἐξωθεῖται δὲ παρ ̓ αὐτοῦ καὶ ὁ μέγας Εὐστάθιος καὶ ὁ μέγιστος Ἀθανάσιος· καὶ πᾶσαι αἱ ἐκκλησίαι(;) τοῖς πολεμίοις τοῦ υἱοῦ τοῦ θεοῦ παραδίδονται:

82 ὅτι διὰ τοῦ ἁγίου Ἀρτεμίου ὁ Κωνστάντιος τοῦ ἁγίου Ἀνδρέου καὶ Λουκᾶ τὰ σώματα ἀπὸ τῆς Ἀχαΐας εἰς τὴν Κωνσταντίνου ἀνακομίζει· καὶ ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων ἐντίμως κατατίθησιν:

83 ὅτι ταῖς ὑποθήκαις Εὐσεβίας τῆς γυναικὸς ὁ Κωνστάντιος καίσαρα πεποίηκε τὸν Ἰουλιανὸν συζεύξας αὐτῷ καὶ τὴν ἀδελφὴν Ἑλένην εἰς γυναῖκα:

84 οὗτος ἐτῶν μ΄ θνήσκει· καὶ θάπτεται ἐν τῷ ἡρώῳ· ἐν λάρνακι ῥωμαίῳ:-

85 ὁ Παραβάτης; β΄ ἔτη καὶ μῆνας ϛ΄: οὗτος ὁ ἀσεβέστατος μετὰ τὸ ἐξομόσασθαι τὸν Χριστιανισμὸν; καὶ τὸ ἅγιον βάπτισμα αἵματι ἀνθρωπίνῳ φανερῶς ἀπελούσατο· σύνοικον λαβὼν τὸν διάβολον·

οὗτος λ΄ καὶ α΄ ζήσας ἔτη; ἐν τῷ πρὸς Πέρσας πολέμῳ ἀοράτῳ ἀναιρεῖται πληγῇ· οὗτος νεκρὸς εἰς Κωνσταντινούπολιν ἀνενεχθεὶς; ἔσωθεν τοῦ ναοῦ τῶν Ἀποστόλων κατατίθεται ἐν τῷ ἀρκτώῳ μέρει. ἐν λάρνακι πορφυρῷ κυλινδροειδεῖ:-