Punctuation example 2.1: Dionysiu 224, f. 611v,12-20 (Clemens, Chronicon [= Σ 10,24-11,17, ed. Sathas])


        RESET

Μodern punctuation

Σαμψὼν ἐπάταξε τὸν Φυλιστιεὶμ ἐν σιαγόνι ὄνου καὶ ἐν ράβδῳ καὶ ἐν ἀλώπηξι καὶ ὕστερον οἴκου συμπτώματι, ἐν ᾧ καὶ αὐτὸς θνήσκει, κρίνας τὸν Ἰσραὴλ ἔτη κ´.

̓Ηλὶ ὁ ἱερεὺς κατὰ μὲν τὸ Ἑβραϊκὸν ἔτη μ´, κατὰ δὲ τοὺς Ο´ ἔτη κ´. ἐπὶ τούτου συνέστη ὁ Τρωϊκὸς πόλεμος καὶ ἡ Ἴλιος ἑάλω· ἐπὶ τούτου καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ παρελήφθη ὑπὸ τῶν ἀλλοφύλων, ὅπερ μαθὼν καὶ ἀπὸ τῆς λύπης εἰς γῆν πεσὼν ἀφῆκε τὴν ψυχήν· ἐπὶ τούτου ἦν Ὅμηρος.

Διῆγε δὲ ὁ Ἰσραὴλ μετὰ τὸν Ἠλὶ ἀνάρχως πρὸ τῆς ἡλικίας Σαμουὴλ ἔτη λ´.

Σαμουὴλ ὁ τὴν ἀρχιερωσύνην τοῦ Ἠλὶ διαδεξάμενος ἐδίκασε τὸν Ἰσραὴλ ἔτη κ´. ἐπὶ τούτου ἡ κιβωτὸς ἀπελύθη πάλιν παρὰ τῶν ἀλλοφύλων ἐπιγνόντων τὴν ὀργὴν εἰς αὐτοὺς διὰ τὴν ἐκείνης κατάσχεσιν.

σημείωσαι· γίνονται δὲ ἀπὸ τῆς ἐξόδου τῶν Ἰσραηλιτῶν ἕως Σαοὺλ υἱοῦ Κὶς ἔτη χλζ´.

Σαοὺλ πρῶτος χρίεται βασιλεὺς Ἰσραὴλ ὑπὸ Σαμουὴλ, ἀλλὰ μὴ φυλάξας τὰς ἐντολὰς τοῦ Θεοῦ ἐκπίπτει τῆς τοῦ Θεοῦ βοηθείας, καὶ χρίεται κατὰ θείαν ἀποκάλυψιν ὁ Δαυὶδ ὁ προφήτης βασιλεύς· ὕστερον δὲ καὶ ὁ Σαοὺλ σὺν τοῖς παισὶ κατασφάττεται ὑπὸ ἐθνῶν βασιλεύσας ἔτη μ´.

Δαυὶδ ὁ προφήτης βασιλεύει ἐπὶ πάντα τὸν Ἰσραὴλ καὶ Ἰούδαν ἔτη τεσσαράκοντα, ἤγουν ἐν μὲν Χεβρὼν ἑπτὰ, ἐν δὲ παντὶ τῷ λαῷ ἔτη τριακοντατρία· καὶ ἐποίησε τὸ εὐθὲς ἐν τελείᾳ καρδίᾳ εὐαρεστήσας τῷ Θεῷ. ἐπὶ τούτου ἦσαν προφῆται Σαμουήλ, Νάθαν καὶ Γὰδ· ἐπὶ τούτου ἤκμαζεν Ἡσίοδος ὁ ποιητής.