Scutariota digitalis


Theodoros Skutariotes, Σύνοψις χρονική

(+ Redactio Clementis (Dionysiu 224 [= A]): Genese)

( + Redactio Clementis (Dionysiu 224 [= A])))    

  Ρωμανὸς ὁ Ἀργυρόπουλος ἔτη πέντε ἥμισυ· οὗτος γυναῖκα καίτοι ἔχων ἀπώσατο διὰ τὴν βασιλικὴν ἀγχιστείαν καὶ ἔγημε τὴν θυγατέρα Κωνσταντίνου Ζωήν, ἀλλὰ παῖδας οὐκ ἔτεκεν. ἦν δὲ ὁ ἀνὴρ σοφὸς καὶ θεοσεβὴς καὶ τοὺς ἐπ᾿ ἀρετῇ λαμπροὺς μοναχοὺς ἀγαπῶν, κατὰ τὸν συνώνυμον αὐτῷ Ρωμανὸν τὸν Λακαπηνόν. ἐπὶ τούτου ἐξ Ἐδέσης ἐκομίσθη ἡ αὐτόγραφος ἐπιστολὴ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ἐπιθυμίαν δὲ ἔχων ἀνεγεῖραι ναὸν τῇ Θεοτόκῳ, ἐποίησε τὴν περιφανεστάτην μονὴν τῆς Περιβλέπτου.

[Σ 159,19-24. 159,26-28 et cf. Glyc. 584,5-7 (A f. 589)]
λιμοῦ δὲ τὴν Καππαδοκίαν καὶ τὸν Ἁρμενιακὸν καὶ τὴν Παφλαγονίαν πιέζοντος, καὶ αὖθις ἀκρίδος σχεδὸν τὴν ἑῴαν πᾶσαν κεραϊζούσης, πολλοὶ μετανάσται τῶν πατρίδων αὐτῶν γενέσθαι ἠναγκάσθησαν. σεισμῶν δὲ γενομένων ξενῶνες τὲ κακῶς διετέθησαν.

[Zon. 3,580,10-13. 580,15 (A f. 589 i. marg.)]
Ὀκτωβρίῳ δὲ μηνί, κατὰ τὴν λαʹ, χύσις ἀστέρος ἐγένετο ἐκ δυσμῶν πρὸς ἀνατολὰς τὴν πορείαν ποιοῦντος, καθ᾽ ἣν ἡμέραν καὶ πτῶσις οὐ μικρὰ γέγονε τοῦ Ῥωμαϊκοῦ στρατοῦ, στρατηγοῦντος τῆς μεγάλης Ἀντιοχείας Μιχαὴλ τοῦ Σπονδύλου. ἐγένετο δὲ καὶ ὄμβρων ἐπίκλυσις, κρατήσασα ἕως αὐτοῦ τοῦ Μαρτίου μηνός, τῶν ποταμῶν ἐκχυθέντων καὶ τῶν κοίλων πελαγισάντων, ὡς ἀποπνιγῆναι σχεδὸν πάντα τε τὰ ζῶα καὶ τοὺς καταβληθέντας καρποὺς τῇ γῇ, κἀντεῦθεν ἐπακολουθῆσαι λιμὸν κατὰ τὸν ἐπιόντα χρόνον δεινόν.

[Glyc. 581,2-11 (A f. 589)]