Scutariota digitalis – Quellenkritik


         Dionysiu 224_f_589r.pdf

Theodoros Skutariotes, Σύνοψις χρονική

(+ Redactio Clementis (Dionysiu 224 [= A]): Genese)

(+ Redactio Clementis (Dionysiu 224 [= A]))   

Theodoros Skutariotes, Σύνοψις χρονική

Ρωμανὸς ὁ Ἀργυρόπουλος ἔτη πέντε ἥμισυ· οὗτος γυναῖκα καίτοι ἔχων ἀπώσατο διὰ τὴν βασιλικὴν ἀγχιστείαν καὶ ἔγημε τὴν θυγατέρα Κωνσταντίνου Ζωήν, ἀλλὰ παῖδας οὐκ ἔτεκεν. ἦν δὲ ὁ ἀνὴρ σοφὸς καὶ θεοσεβὴς καὶ τοὺς ἐπ᾿ ἀρετῇ λαμπροὺς μοναχοὺς ἀγαπῶν, κατὰ τὸν συνώνυμον αὐτῷ Ρωμανὸν τὸν Λακαπηνόν, καὶ ὥσπερ ἐκείνῳ διὰ τιμῆς ὁ Σέργιος, οὕτω τούτῳ ὁ κατὰ πνεῦμα πατὴρ αὐτοῦ ὁ ὅσιος Ἀντώνιος διαφερόντως ἠγαπᾶτο, καὶ ὑπερβαλλούσης ἠξιοῦτο τιμῆς. ἐπιθυμίαν δὲ ἔχων ἀνεγεῖραι ναὸν τῇ Θεοτόκῳ, ἐποίησε τὴν περιφανεστάτην μονὴν τῆς Περιβλέπτου, ἐν ᾗ καὶ τεθνηκὼς ἐτάφη βασιλικῶς. [Σ 159,19-29 (M f. 42r,19 sqq.)]